Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 34.25 Dem. 34.28 (English) >>Dem. 34.31

34.27κἀκείνους μὲν οὐκ ἐδεδίεις, οἷς αἱ συγγραφαὶ ἐν Βοσπόρῳ τὴν πρᾶξιν ἐδίδοσαν τοῦ δανείου· τούτου δὲ φὴς φροντίζειν, ὃν ἐξ ἀρχῆς εὐθὺς ἠδίκεις οὐκ ἐνθέμενος τὰ χρήματα εἰς τὴν ναῦν κατὰ τὴν συγγραφὴν Ἀθήνηθεν; καὶ νῦν μὲν εἰς τὸ ἐμπόριον ἥκων, οὗ τὸ συμβόλαιον ἐγένετο, οὐκ ὀκνεῖς ἀποστερεῖν τὸν δανείσαντα· ἐν Βοσπόρῳ δὲ πλείω τῶν δικαίων φὴς ποιεῖν, οὗ δίκην οὐκ ἔμελλες δώσειν; 34.28καὶ οἱ μὲν ἄλλοι πάντες οἱ τὰ ἀμφοτερόπλοα δανειζόμενοι, ὅταν ἀποστέλλωνται ἐκ τῶν ἐμπορίων, πολλοὺς παρίστανται, ἐπιμαρτυρόμενοι ὅτι τὰ χρήματα ἤδη κινδυνεύεται τῷ δανείσαντι· σὺ δʼ ἑνὶ σκήπτει μάρτυρι αὐτῷ τῷ συναδικοῦντι, καὶ οὔτε τὸν παῖδα τὸν ἡμέτερον παρέλαβες ἐν Βοσπόρῳ ὄντα οὔτε τὸν κοινωνόν, οὐδὲ τὰς ἐπιστολὰς ἀπέδωκας αὐτοῖς, ἃς ἡμεῖς ἐπεθήκαμεν, ἐν αἷς ἐγέγραπτο παρακολουθεῖν σοι οἷς ἂν πράττῃς; 34.29καίτοι, ἄνδρες δικασταί, τί οὐκ ἂν πράξειεν τοιοῦτος, ὅστις γράμματα λαβὼν μὴ ἀποδέδωκεν ὀρθῶς καὶ δικαίως; πῶς οὐ φανερόν ἐστιν ὑμῖν τὸ τούτου κακούργημα ἐξ αὐτῶν ὧν ἔπραττεν; καίτοι, γῆ καὶ θεοί, προσῆκέν γε τοσοῦτο χρυσίον ἀποδιδόντα, καὶ πλέον τοῦ δανείσματος, περιβόητον ποιεῖν ἐν τῷ ἐμπορίῳ, καὶ παρακαλεῖν πάντας ἀνθρώπους, πρῶτον δὲ τὸν παῖδα τὸν τούτου καὶ τὸν κοινωνόν·


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 34.25 Dem. 34.28 (English) >>Dem. 34.31

Powered by PhiloLogic